Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.100 Joseph. AJ 3.105 (English) >>Joseph. AJ 3.110

3.103ἔριά τε τοῖς προειρημένοις ἄνθεσι μεμολυσμένα καὶ λίνου βύσσον λίθους τε τούτοις ἐνδεδεμένους, οὓς χρυσίῳ καθειργνύντες ἄνθρωποι κόσμῳ χρῶνται πολυτελεῖ, θυμιαμάτων τε πλῆθος συνέφερον· ἐκ γὰρ τοιαύτης ὕλης κατεσκεύασε τὴν σκηνήν. δʼ οὐδὲν μεταφερομένου καὶ συμπερινοστοῦντος ναοῦ διέφερε. 3.104τούτων οὖν κατὰ σπουδὴν συγκομισθέντων ἑκάστου καὶ παρὰ δύναμιν φιλοτιμησαμένου, ἀρχιτέκτονας τοῖς ἔργοις ἐφίστησι κατʼ ἐντολὴν τοῦ θεοῦ οὓς καὶ τὸ πλῆθος ἂν ἐπελέξατο τῆς ἐξουσίας ἐπʼ αὐτῷ γενομένης. 3.105τὰ δὲ ὀνόματα αὐτῶν, καὶ γὰρ ἐν ταῖς ἱεραῖς βίβλοις ἀναγέγραπται, ταῦτʼ ἦν· Βασάηλος μὲν Οὐρὶ παῖς τῆς Ἰούδα φυλῆς, υἱὸς δὲ Μαριάμης τῆς ἀδελφῆς τοῦ στρατηγοῦ, Ἐλίβαζος δὲ Ἰσαμάχου Δανίδος φυλῆς. 3.106τὸ δὲ πλῆθος οὕτως ὑπὸ προθυμίας τοῖς ἐγχειρουμένοις ἐπῆλθεν, ὥστε Μωυσῆς ἀνεῖρξεν αὐτοὺς ὑποκηρυξάμενος ἀρκεῖν τοὺς ὄντας· τοῦτο γὰρ οἱ δημιουργοὶ προειρήκεσαν· ἐχώρουν οὖν ἐπὶ τὴν τῆς σκηνῆς κατασκευήν, 3.107καὶ Μωυσῆς αὐτοὺς ἕκαστα περὶ τῶν μέτρων κατὰ τὴν ὑποθήκην τοῦ θεοῦ καὶ τοῦ μεγέθους ὅσα τε δεῖ σκεύη χωρεῖν αὐτὴν ἀνεδίδασκε πρὸς τὰς θυσίας ὑπηρετήσοντα. ἐφιλοτιμοῦντο δὲ καὶ γυναῖκες περί τε στολὰς ἱερατικὰς καὶ περὶ τὰ ἄλλα ὅσων ἔχρῃζε τὸ ἔργον κόσμου τε καὶ λειτουργίας ἕνεκα τοῦ θεοῦ.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.100 Joseph. AJ 3.105 (English) >>Joseph. AJ 3.110

Powered by PhiloLogic